Αναγνώσματα (30 Νοεμβρίου 2021)

Απόστολος: Α’ Κορ. δ’ 9-16

Ἀδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς Ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα, ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾽ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾽ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ ᾽Ιησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

Νεοελληνική απόδοση:

Ἀδελφοί, 9 ἡμεῖς οἱ Ἀπόστολοι κάθε ἄλλο παρὰ βασιλείαν καὶ δόξαν ἔχομεν κερδήσει εἰς τὸν κόσμον αὐτόν. Διότι νομίζω, ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς Ἀποστόλους μᾶς ἔχει δείξει εἰς τὰ μάτια ὅλων τῶν ἀνθρώπων σὰν τοὺς πιὸ τελευταίους, σὰν καταδικασμένους εἰς θάνατον, ποὺ βαδίζουν εἰς τὸν τόπον τῆς ἐκτελέσεως. Διότι ἐγίναμεν παράδοξον θέαμα εἰς ὅλον τὸν κόσμον, εἰς τοὺς ἀγγέλους ποὺ θαυμάζουν, καὶ εἰς τοὺς ἀνθρώπους ποὺ χλευάζουν. 10 Ἡμεῖς οἱ Ἀπόστολοι θεωρούμεθα ἀπὸ τοὺς ἀνθρώπους τοῦ κόσμου μωροὶ καὶ ἀνόητοι διὰ τὸ ὄνομα τοῦ Χριστοῦ. Σεῖς ὅμως εἶσθε φρόνιμοι καὶ συνετοὶ ἐν Χριστῷ! Ἡμεῖς εἴμεθα ἀσθενεῖς καὶ αδύνατοι. Σεῖς ὅμως εἶσθε ἰσχυροὶ καὶ ἀκατανίκητοι! Σεῖς εἶσθε ἔνδοξοι, ἡμεῖς δὲ περιφρονημένοι καὶ ἐξουθενωμένοι. 11 Ἀπὸ τὴν ἡμέραν ποὺ ἐλάβαμεν τὸ ἀποστολικὸν ἀξίωμα καὶ μέχρις αὐτῆς τῆς ὥρας, ζῶμεν ἀνάμεσα εἰς τὸ πλῆθος ἀπὸ ταλαιπωρίας καὶ περιπετείας. Καὶ πεινῶμεν καὶ διψῶμε· καὶ δὲν ἔχομεν ροῦχα διὰ νὰ προφυλαχθῶμεν ἀπὸ τὰς κακοκαιρίας καὶ δεχόμεθα ραπίσματα καὶ γρονθοκοπήματα, καὶ συνεχῶς μετακινούμεθα ἀπὸ τόπου εἰς τόπον, χωρὶς νὰ ἔχωμεν πουθενὰ σταθερὰν παραμονήν. 12 Καὶ κοπιάζομεν ἐργαζόμενοι μὲ τὰ ἴδια μας τὰ χέρια. Ὅταν οἱ ἄπιστοι μᾶς ἐμπαίζουν καὶ μᾶς ὑβρίζουν ἡμεῖς τοὺς εὐλογοῦμεν καὶ εὐχόμεθα ἀγαθὰ δι’ αὐτούς. Ὅταν μᾶς καταδιώκουν, δεικνύομεν μακροθυμίαν καὶ ὑπομονὴν ἀπέναντί των. 13 Ὅταν μᾶς δυσφημοῦν καὶ μᾶς διαβάλλουν, ἡμεῖς προσπαθοῦμεν μὲ λόγια καλωσύνης καὶ ἀγάπης νὰ τοὺς καταπραΰνωμεν καὶ τοὺς ἡμερώσωμεν. Σὰν τὰ πλέον ρυπαρὰ πράγματα τοῦ κόσμου ἔχομεν γίνει, σὰν ἀποσπογγίσματα γιὰ πέταμα θεωρούμεθα εἰς τὰ μάτια ὅλων ἕως τὴν στιγμὴν αὐτήν. 14 Μὲ αὐτὰ ποὺ σᾶς γράφω δὲν θέλω νὰ σᾶς πικράνω καὶ ἐντροπιάσω, ἀλλὰ σὰν παιδιά μου ἀγαπητὰ σᾶς συμβουλεύω. 15 Διότι ἔστω καὶ ἂν ἔχετε πάρα πολλοὺς παιδαγωγοὺς καὶ διδασκάλους κατὰ Χριστόν, δὲν ἔχετε ὅμως πολλοὺς πατέρας. Ἕνας εἶναι ὁ πατέρας σας, ἐγώ. Διότι ἐγώ, μὲ τὸν φωτισμὸν καὶ τὴν δύναμιν τοῦ Χριστοῦ, σᾶς ἔχω γεννήσει πνευματικῶς εἰς τὴν νέαν ζωὴν διὰ μέσου τοῦ Εὐαγγελίου. 16 Σᾶς παρακαλῶ, λοιπόν, σὰν παιδιά μου ἀγαπημένα, νὰ γίνεσθε μιμηταί μου.

Ιερό Ευαγγέλιο: Ιωαν. α’ 35-52

Τῷ καιρῷ ἐκείνῳ, εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, 36καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. 37καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. 38στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· 39Τί ζητεῖτε; οἱ δὲ εἶπον αὐτῷ· Ραββί· ὃ λέγεται μεθερμηνευόμενον Διδάσκαλε· ποῦ μένεις; 40λέγει αὐτοῖς· Ἔρχεσθε καὶ ἵδετε. ἦλθαν οὖν καὶ εἶδον ποῦ μένει, καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. 41Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ· 42εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν· ὅ ἐστιν μεθερμηνευόμενον Χριστός· 43καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν· Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. 44Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. 45ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. 46εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. 47καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. 48εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. 49λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. 50ἀπεκρίθη Ναθαναήλ καὶ λέγει αὐτῷ· Ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. 51ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ. 52καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

Νεοελληνική απόδοση:

Κατ’ ἐκείνον τόν καιρό, 35 ἔστεκε πάλιν ὁ Ἰωάννης εἰς τὸν τόπον αὐτὸν καὶ δύο ἀπὸ τοὺς μαθητάς του.
36 Καὶ καθὼς μὲ ἀπέραντον σεβασμὸν ἐκύτταξε τὸν Ἰησοῦν, ποὺ περιπατοῦσε κάπου ἐκεῖ, λέγει· «ἰδοὺ ὁ ἀμνὸς τοῦ Θεοῦ». 37 Καὶ οἱ δύο μαθηταί του ἤκουσαν τὰ λόγια του αὐτὰ καὶ ἠκολούθησαν τὸν Ἰησοῦν. 38 Ἐγύρισε δὲ ὁ Ἰησοῦς καὶ ὅταν τοὺς εἶδε νὰ τὸν ἀκολουθοῦν, λέγει εἰς αὐτούς. 39 «Τί ζητεῖτε;». Ἐκεῖνοι δὲ τοῦ εἶπαν· «ραββί – ποὺ σημαίνει εἰς τὰ ἑλληνικὰ διδάσκαλε – ποῦ μένεις;» 40 Εἶπεν εἰς αὐτούς· «ἐλᾶτε καὶ ἰδέτε ποῦ μένω». Ἦλθαν, λοιπόν, καὶ εἶδαν ποῦ μένει καὶ ἔμειναν κοντά του τὴν ἡμέραν ἐκείνην. Ἡ ὥρα δὲ ἦτο τέσσαρες τὸ ἀπόγευμα. 41 Ἕνας δὲ ἀπὸ τοὺς δύο, ποὺ ἤκουσαν τὰ ὅσα ὁ Ἰωάννης εἶπε περὶ τοῦ Ἰησοῦ καὶ ἠκολούθησαν αὐτόν, ἦτο ὁ Ἀνδρέας, ὁ ἀδελφὸς τοῦ Σίμωνος Πέτρου. 42 Αὐτός, λοιπόν, πρῶτος εὑρίσκει τὸν ἀδελφόν του τὸν Σίμωνα καὶ τοῦ λέγει· «εὑρήκαμεν τὸν Μεσσίαν, ὄνομα πού ἑρμηνεύεται εἰς τὴν ἑλληνικὴν Χριστός». 43 Καὶ ὠδήγησεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. Καὶ ὁ ᾿Ιησοῦς ἀφοῦ τὸν ἐκύτταξε μὲ βλέμμα βαθὺ καὶ στοργικὸν εἶπε· «σὺ εἶσαι Σίμων, ὁ υἱὸς τοῦ Ἰωνᾶ· σὺ θὰ ὀνομασθῇς Κηφᾶς, ὄνομα ποὺ ἑρμηνεύεται εἰς τὴν ἑλληνικὴν Πέτρος». 44 Τὴν ἄλλην ἡμέραν ἀπεφάσισεν ὁ Χριστὸς νὰ ἀναχωρήσῃ ἀπὸ τὴν Ἰουδαίαν διὰ τὴν Γαλιλαίαν. Εὑρίσκει τὸν Φίλιππον (μαθητὴν καὶ αὐτὸς τοῦ Βαπτιστοῦ, ἀπὸ τὸν ὁποῖον πολλὰ εἶχε ἀκούσει περὶ τοῦ Μεσσίου) καὶ τοῦ λέγει· «ἔλα κοντά μου». 45 Ὁ δὲ Φίλιππος κατήγετο ἀπὸ τὴν Βηθσαϊδά, ἀπὸ τὴν πατρίδα τοῦ Ἀνδρέου καὶ τοῦ Πέτρου. 46 Εὑρίσκει ὁ Φίλιππος τὸν Ναθαναὴλ καὶ τοῦ λέγει· «αὐτὸν ποὺ ἔγραψε ὁ Μωϋσῆς εἰς τὸν Νόμον καὶ προανήγγειλαν οἱ προφῆται εἰς τὰ προφητικά των βιβλία τὸν εὑρήκαμεν· εἶναι ὁ Ἰησοῦς, ὁ υἱὸς τοῦ Ἰωσήφ, ἀπὸ τὴν Ναζαρέτ». 47 Ὁ Ναθαναὴλ ὅμως εἶπεν εἰς αὐτόν· «ἀπὸ τὴν Ναζαρὲτ εἶναι δυνατὸν νὰ βγῇ κάτι καλόν;». Λέγει εἰς αὐτὸν ὁ Φίλιππος· «ἔλα καὶ ἰδὲ μόνος σου, διὰ νὰ πεισθῇς». 48 Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ νὰ ἔρχεται πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· «ἰδοὺ ἔνας γνήσιος Ἰσραηλίτης, εἰς τὸν ὁποῖον δὲν ὑπάρχει πονηρία». 49 Λέγει εἰς αὐτὸν ὁ Ναθαναήλ· «ἀπὸ ποῦ μὲ γνωρίζεις;». Ἀπήντησεν ὁ Ἰησοῦς καὶ τοῦ εἶπε· «προτοῦ σὲ φωνάξῃ ὁ Φίλιππος, ὅταν ἤσουνα κάτω ἀπὸ τὴν συκῆν, μακρυὰ ἀπὸ κάθε ἀνθρώπινον μάτι, ἐγὼ σὲ εἶδα». 50 Ἀπεκρίθη τότε ὁ Ναθαναὴλ καὶ τοῦ εἶπε· «Διδάσκαλε, σὺ εἶσαι ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶσαι ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, τὸν ὁποῖον, σύμφωνα μὲ τὶς προφητεῖες, ἐπεριμέναμεν». 51 Τοῦ ἀπήντησεν δὲ ὁ ᾿Ἰησοῦς· «Διότι σοῦ εἶπα ὅτι σὲ εἶδα κάτω ἀπὸ τὴν συκῆν, πιστεύεις; Θὰ ἴδῃς ἀκόμη μεγαλύτερα ἀπὸ αὐτά». 52 Καὶ ἐν συνεχείᾳ λέγει πρὸς αὐτόν, ὥστε νὰ ἀκούσουν καὶ οἱ ἄλλοι μαθηταί· «σᾶς διαβεβαιώνω, ὅτι ἀπὸ τώρα θὰ ἴδετε ἀνοικτὸν τὸν οὐρανὸν καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ν’ ἀνεβαίνουν καὶ νὰ κατεβαίνουν, νὰ συνοδεύουν καὶ νὰ ὑπηρετοῦν τὸν υἱὸν τοῦ ἀνθρώπου (ὁ ὁποῖος ὡς Θεὸς εἶναι κύριος καὶ τῶν ἀγγέλων)».