Archive | Μαρτίου 2018

You are browsing the site archives by date.

Εκδήλωση Παρουσίασης Βιβλίου (31/3/2018)

Έχεις Μήνυμα… (31 Μαρτίου 2018)

Κύριε, Λαζάρου θέλων τάφον ἰδεῖν, ὁ μέλλων γνώμῃ τάφον οἰκεῖν, ἐπηρώτας· Ποῦ τεθείκατε αὐτόν, μαθών δέ ὃ οὐκ ἠγνόεις, ἐφώνεις ὃν ἐπόθεις· Λάζαρε δεῦρο ἔξω, καί ἐπήκουσεν ὁ ἄπνους, τῷ πνοήν αὐτῷ διδόντι, σοί τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.  Στιχηρά Ιδιόμελα Αγίου Λαζάρου εκ του Εσπερινού του Σαββάτου  προ των Βαΐων του Αγίου και Δικαίου […]

Έχεις Μήνυμα… (30 Μαρτίου 2018)

Καθυποδέχου Σιών τόν Βασιλέα, ἰδού σοι πρᾳότατος, ἤδη ἐφίσταται, ἐξαναστῆσαι τόν Λάζαρον, καί καταλῦσαι, τό τοῦ θανάτου πικρόν βασίλειον. Πληθύς θεοσύλλεκτε, τῶν ἱερῶν Μοναστῶν, μετά Μιγάδων ἀθροίσθητε, καθυπαντῆσαι, μετά Βαΐων Χριστῷ κραυγάζοντες· Εὐλογημένος ὁ ἐρχόμενος, σῶσαι γένος βροτῶν διά πάθους Σταυροῦ, καί ἀπάθειαν πᾶσι, παρασχεῖν δι’ ἀγαθότητα.  Στιχηρά Ιδιόμελα Τριωδίου εκ του Εσπερινού της Παρασκευής […]

Έχεις Μήνυμα… (29 Μαρτίου 2018)

Μέγιστον θαῦμα! τό Ξύλον ὁρᾶται, ἐν ᾧ Χριστός σαρκί ἐσταυρώθη, προσκυνεῖ ὁ Κόσμος καί φωτιζόμενος ἀνακράζει· Ὢ τοῦ Σταυροῦ τῇ δυνάμει! καί θεωρούμενος δαίμονας καίει, καί ἐκτυπούμενος, τούτους φλέγων δείκνυται. Μακαρίζω σε τό ἄχραντον Ξύλον, τιμῶ καί προσκυνῶ ἐν φόβῳ, καί Θεόν δοξάζω, τόν διά σοῦ μοι χαριζόμενον, ζωήν τήν ἀτελεύτητον.  Στιχηρά Προσόμοια Τριωδίου εκ […]

Έχεις Μήνυμα… (28 Μαρτίου 2018)

Πλοῦτον ἡδονῶν φθοροποιῶν, τῇ τοῦ πονηροῦ συνεργείᾳ, πάντοτε ἔστερξα, μάτην εὐφραινόμενος, ὁ ἀσυνείδητος, τόν δέ νοῦν μου παρέβλεψα, ὡς Λάζαρον ἄλλον, στένοντα λιμώττοντα, ἐνθέου βρώσεως, Λόγε τῆς φλογός τῆς μελλούσης, ῥῦσαί με τῇ σῇ εὐσπλαγχνίᾳ, ὅπως σε δοξάζω τόν φιλάνθρωπον.   Στιχηρά Προσόμοια Τριωδίου εκ του Εσπερινού της Τετάρτης προ των Βαΐων __________ Σκηνές από […]

Έχεις Μήνυμα… (27 Μαρτίου 2018)

Πολλοῖς παραπτώμασι, καί ἡδοναῖς ταῖς τοῦ βίου, ἀσθενοῦσαν κέκτημαι, τήν ἰσχύν ὁ δείλαιος, καί κατάκειμαι, ἐπί κλίνης πάντοτε, ῥαθυμίας Δέσποτα, καί βοῶ σοι· Συμπαθέστατε, ἐλθών ἐπίσκεψαι, ῥῶσίν μοι παρέχων καί ἔλεος, καί μή ἐγκαταλίπῃς με, μήποτε ὑπνώσω εἰς θάνατον, καί ἐπιχαρῇ μοι, ἐχθρός τῇ ἀπωλείᾳ, ὁ ζητῶν, εἰς ᾍδου βάραθρα πάνδεινα, Σῶτερ κατασπάσαι με.  Στιχηρά […]

Έχεις Μήνυμα… (26 Μαρτίου 2018)

Τήν ἕκτην τῶν σεπτῶν, Νηστειῶν Ἑβδομάδα, προθύμως ἀπαρχόμενοι, Κυρίῳ, προεόρτιον ὕμνον, τῶν Βαΐων ᾄσωμεν πιστοί, ἐρχομένῳ ἐν δόξῃ, δυνάμει Θεότητος, ἐπί τήν Ἱερουσαλήμ, νεκρῶσαι τόν θάνατον· διό ἑτοιμάσωμεν εὐσεβῶς, τά τῆς νίκης σύμβολα, τούς κλάδους τῶν ἀρετῶν, τό Ὡσαννά ἐκβοῆσαι, τῷ Ποιητῇ τοῦ παντός.  Στιχηρά Προσόμοια Τριωδίου εκ του Εσπερινού της Δευτέρας προ των Βαΐων […]