Αναγνώσματα (18 Μαρτίου 2021)

Τὴν φαιδροτέραν τῶν ἀρετῶν, τὴν συμπολῖτιν τῶν οὐρανῶν, ἐγκράτειαν, δυσωποῦμεν, σὲ τῶν Ἀποστόλων τὴν δωδεκάδα, πρέσβευε εἰρηνικῶς διανῦσαι, καὶ κομίσασθαι τοὺς καρποὺς τῆς σωτηρίας· ὑμεῖς γὰρ ὄντως τῶν γηγενῶν ὑπάρχετε, κραταίωμα, καὶ καταφυγὴ τῶν ψυχῶν ἡμῶν.

Κάθισμα Τριωδίου Όρθρου της Πέμπτης Α’ Νηστειών

Ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ἡμέρα γὰρ Κυρίου Σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον, καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον, καὶ ταπεινωθήσονται. Καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου, τὴν ὑψηλὴν καὶ μετέωρον, καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασάν, καὶ ἐπὶ πᾶν ὄρος ὑψηλόν, καὶ ἐπὶ πάντα πύργον ὑψηλόν, καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλόν, καὶ ἐπὶ πᾶν, πλοῖον θαλάσσης, καὶ ἐπὶ πᾶσαν θέαν κάλλους πλοίων. Καὶ ταπεινωθήσεται πᾶς ἄνθρωπος, καὶ πεσεῖται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν, εἰσενέγκαντες εἰς τὰ σπήλαια, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, καὶ εἰς τὰς τρώγλας τῆς γῆς, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν· τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ, τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν ἑαυτόῖς, εἰς τὸ προσκυνεῖν τοῖς ματαίοις, καὶ ταῖς νυκτερίσι, τοῦ ἐλθεῖν εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.

Προφητεία Ἡσαΐου, β 11-21