Αναγνώσματα (17 Μαρτίου 2021)

Ὁ τοῖς πάθεσι τοῖς σοῖς, πᾶσιν ἀπάθειαν διδούς, Φιλάνθρωπε τὰ πάθη, τῆς σαρκός μου νεκρώσας τῷ σῷ Σταυρῷ, τὸ θεῖον καταξίωσον Πάθος ἰδεῖν, διὰ νηστείας εὐαρεστοῦντα τῇ δόξῃ σου, ἵνα λάβω πλουσίως τὸ μέγα ἔλεος.

Στιχηρά Τριωδίου Όρθρου της Τετάρτης Α’ Νηστειών

Τάδε λέγει Κύριος· Ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, καὶ ἐλέγξει λαὸν πολύν, καὶ συγκόψουσι τάς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβήνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπὶ ἔθνος μάχαιραν, καὶ οὐ μάθωσιν ἔτι πολεμεῖν. Καὶ νῦν σύ, οἶκος τοῦ Ἰακώβ, δεῦτε, καὶ πορευθῶμεν ἐν τῷ φωτὶ Κυρίου· ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον τοῦ Ἰακώβ, ὅτι ἐνεπλήσθη ἡ χώρα αὐτῶν, ὡς τὸ ἀπαρχῆς, κλυδωνισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγεννήθη αὐτοῖς. Ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν, καὶ ἐνεπλήσθη ἡ γῆ ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν, καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καὶ προσεκύνησαν, οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν. Καὶ ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνήρ, καὶ οὐ μὴ ἀνοίσω αὐτούς. Καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθε εἰς τὴν γῆν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου, ὑψηλοί, ὁ δὲ ἄνθρωπος ταπεινός, καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

Προφητεία Ἡσαΐου, β 3-11