Έχεις Μήνυμα… (21 Δεκεμβρίου 2015)

Ιησού γλυκύτατε Χριστέ, Ιησού μακρόθυμε, τα της ψυχής μου θεράπευσον τραύματα, Ιησού, και γλύκανον την καρδίαν μου, πολυέλεε, δέομαι, Ιησού σωτήρ μου, ίνα μεγαλύνω σε σωζόμενος.

Ιησού γλυκύτατε Χριστέ, Ιησού, διάνοιξον της μετανοίας μοι πύλας, φιλάνθρωπε Ιησού, και δέξαι με σοί προσπίπτοντα και θερμώς εξαιτούμενον, Ιησού σωτήρ μου, των πλημμελημάτων την συγχώρησιν.

Ιησού γλυκύτατε Χριστέ, Ιησού, εξάρπασον εκ της χειρός του δολίου Βελίαρ με, Ιησού, και ποίησον δεξιόν καμέ παραστάτην της δόξης σου, Ιησού Χριστέ μου, μοίρας ευωνύμου λυτρωσάμενος. […]

Εισάκουσον, φιλάνθρωπε Ιησού μου, του δούλου σου βοώντος εν κατανύξει, και ρύσαι, Ιησού με, της καταδίκης και της κολάσεως, μόνε μακρόθυμε, Ιησού γλυκύτατε πολυέλεε.

Υπόδεξαι τον δούλον σου, Ιησού μου, προσπίπτοντα συν δάκρυσιν, Ιησού μου, και σώσον, Ιησού μου, μετανοούντα και της γεέννης με, Δέσποτα, λύτρωσαι, Ιησού γλυκύτατε πολυέλεε.

Τόν χρόνον, Ιησού μου, ον δέδωκάς μοι, εις πάθη εδαπάνησα, Ιησού μου, διό με, Ιησού μου, μή απορρίψης, άλλ΄ ανακάλεσαι, δέομαι, Δέσποτα Ιησού γλυκύτατε, και διάσωσον. […]

Συ φωτισμός, Ιησού μου, νοός μου, συ σωτηρία της απεγνωσμένης ψυχής μου, Σώτερ, συ, Ιησού μου, της κολάσεως ρύσαι και γεέννης εμέ κραυγάζοντα, Σώσον, Ιησού μου Χριστέ με τον άθλιον.

Ολοσχερώς, Ιησού μου, προς πάθη της ατιμίας καταβεβλημένος, ήδη κραυγάζω, Συ, Ιησού μου, βοηθείας μοι χείρα καταπέμψας έκσπασον κράζοντα, Σώσον, Ιησού μου Χριστέ με τον άθλιον.

Βέβηλον νούν, Ιησού, περιφέρων αναβοώ σοι, Κάθαρον του ρύπου με των πταισμάτων καί λύτρωσαί με τον εις βάθη κακίας εξ αγνωσίας κατολισθήσαντα, Σώτερ Ιησού μου, και σώσον με δέομαι. […]

Χριστέ Ιησού, μυριάκις υπεσχέθην σοι ο τάλας, ώ Ιησού μου, την μετάνοιαν, αλλ΄ εψευσάμην ο άθλιος, όθεν, Ιησού μου, βοώ σοι, Την αναίσθητον μένουσαν ψυχήν μου φώτισον, Χριστέ, ο των πατέρων Θεός. […]

Τον Μανασσήν, Ιησού μου, τον τελώνην, την πόρνην, τον άσωτον, οικτίρμον Ιησού, και τον ληστήν υπερβέβηκα, Ιησού μου, εν έργοις αισχίστοις και ατόποις, Ιησού, αλλά συ, Ιησού μου, προφθάσας με διάσωσον.

Τους εξ Αδάμ, Ιησού μου, αμαρτήσαντας πάντας, προ νόμου και εν νόμω, Ιησού, και μετά νόμον ο άθλιος, Ιησού μου, και χάριν, νενίκηκα τοις πάθεσιν οικτρώς, αλλά συ, Ιησού μου, τοις κρίμασί σου σώσον με.

Μη χωρισθώ, Ιησού μου, της αφράστου σου δόξης, μη τύχω της μερίδος, Ιησού, της ευωνύμου, γλυκύτατε Ιησού, αλλά συ με τοις δεξιοίς προβάτοις σου, Χριστέ Ιησού μου, συντάξας, ανάπαυσον ως εύσπλαγχνος. […]

Ιησού γλυκύτατε, ψυχής εμής θυμηδία, Ιησού, η κάθαρσις του νοός μου, Δέσποτα πολυέλεε, Ιησού, σώσον με, Ιησού σωτήρ μου, Ιησού μου παντοδύναμε, μη καταλίπης με, Σώτερ Ιησού με ελέησον και λύτρωσαι κολάσεως πάσης, Ιησού, και αξίωσον της των σωζομένων μερίδος, Ιησού, και τω χορώ των εκλεκτών σου με σύνταξον, Ιησού φιλάνθρωπε.

Ιησού γλυκύτατε, των αποστόλων η δόξα, Ιησού μου, καύχημα των μαρτύρων, Δέσποτα παντοδύναμε Ιησού, σώσον με, Ιησού σωτήρ μου, Ιησού μου ωραιότατε, τον σοι προστρέχοντα, Σώτερ Ιησού με ελέησον, πρεσβείαις της τεκούσης σε, πάντων, Ιησού, των αγίων σου, προφητών τε πάντων, σωτήρ μου Ιησού, και της τρυφής του παραδείσου αξίωσον, Ιησού φιλάνθρωπε. … […]

Θεοκτίστου Μοναχού Στουδίτου

«Κανών Ικετήριος εις τον Κύριον ημών Ιησούν Χριστόν»