Έχεις Μήνυμα… (25 Νοεμβρίου 2015)

Εγκώμια εις την Αγίαν Αικατερίναν

Αι γενεαί πάσαι, μακαρίζομέν σε, Μάρτυς Αικατερίνα.

Αι γενεαί πάσαι, σε μακαριούσι, σοφή Αικατερίνα.

Άγγελος ουρανόθεν, κατήλθεν σ’ ενισχύων, Μάρτυς εν τω σταδίω.

Δήμος φιλομαρτύρων, αθροίσθετε υμνήσαι, την νύμφην του Κυρίου.

Ευφραίνετε πλουτούσα, τα σπάργανά σου Μάρτυς, Πόλις Αλεξανδρέων.

Ειρκτήν παρθενομάρτυς, και αικισμούς υπέστης, υπέρ του σου Νυμφίου.

Εξέστησαν Αγγέλους, τα τρομερά σου άθλα, Αικατερίνα Μάρτυς.

Εν όρει τω Σιναίω, Χριστός Αικατερίνα, φυλάττει σου το σώμα.

Εκ βλάβης και κινδύνων, σκέπε Αικατερίνα, τους πανηγυριστάς σου.

Η οικουμένη πόθω, τελεί Αικατερίνα, μνήμην σου την αγίαν.

Θωπείαι Μαξιμίνου, ουκ έχυσάν σου κάμψαι, ψυχήν γενναίαν Μάρτυς.

Οφρύν τε και το θράσος, σοφή του Μαξιμίνου, κατέβαλες γενναίως.

Ο σος Νυμφίος πέμπει, τροφήν σοι ουρανόθεν, εν τη ειρκτή σου Μάρτυς.

Ρητόρων φιλοσόφων, καθείλες παρουσίαν, δυνάμει των σων λόγων.

Σοφή Αικατερίνα, δέχετε ουρανόθεν, τροφήν ω ξένον θαύμα.

Τάγματα των Αγγέλων, ορώντα εν σταδίω, σους άθλους κατεπλάγη.

Τα στίφη των Αγγέλων, δέχεται της πανσόφου, Αικατερίνης πνεύμα.

Τους εν Σιναίω όρει, το σώμά σου τιμώντας, Αικατερίνα σκέπε.

Τους σε υμνούντας λύσιν, πταισμάτων ταις λιταίς σου, Αικατερίνη δίδου.

Τους την σεπτήν σου μνήμην, τελούντας μετά πόθου, Αικατερίνα φρούρει.

Των ευσεβών τα πλήθη, τιμά Αικατερίνα, την θείαν άθλησίν σου.

Υπέρ των ου τιμώντων, Αικατερίνα Μάρτυς, τον Κύριον δυσώπει.

Χαίροις Αικατερίνα, το κλέος των παρθένων, ωραία Χριστού νύμφη.

Ψυχάς τας των ρητόρων, δώρα τω σω Νυμφίω, Αικατερίνα πέμπεις.

Ωμότητα τυράννου, και απειλάς βασάνων, ουδόλως επτοήθης.

Ω θαύματος μεγίστου! Πως την τροφήν λαμβάνει, εξ ουρανού η Μάρτυς.

[…]

Ω τρίφωτε Θεέ μου, λιτής Αικατερίνης, ελέησον τον κόσμον.

[…].

Αμόλυντε Παρθένε, συν τη Αικατερίνη, τον Σον Υιόν δυσώπει.